Βίος του Προφήτου Μαλαχία
Ο Προφήτης Μαλαχίας είναι ένας από τους 12 μικρούς Προφήτες. Το όνομά του, Μαλαχίας, σημαίνει άγγελος.
Ο Άγιος Νικόδημος ο Αγιορείτης, γράφει ότι έλαβε αυτό το όνομα για δύο λόγους. Επειδή ήταν ωραίος και ευπρεπής στην εμφάνιση. Και διότι όσα προφήτευε ο Προφήτης Μαλαχίας, αμέσως τα επιβεβαίωνε Άγγελος του Κυρίου. Τον Άγγελο τον έβλεπαν μόνο οι άξιοι. Τη φωνή του όμως, που επιβεβαίωνε τους λόγους του Προφήτου Μαλαχία, την άκουγαν όλοι, και οι άξιοι, και οι ανάξιοι!
Ο Προφήτης Μαλαχίας προφήτευσε τον ερχομό του Κυρίου μας και την προετοιμασία του έργου Του από τον Άγιο Ιωάννη τον Πρόδρομο.
Ο Προφήτης Αγγαίος, ο Προφήτης Ζαχαρίας και ο Προφήτης Μαλαχίας λέγονται Προφήτες του δευτέρου Ναού του Σολομώντα.
Εορτή του Προφήτου Μαλαχία
Τη μνήμη του Προφήτου Μαλαχία τιμούμε στις 3 Ιανουαρίου.
Απολυτίκιο του Προφήτου Μαλαχία
Αγγελώνυμον κλήσιν πλουτήσας ένδοξε, αγγελομίμητον βίον επολιτεύσω εν γη, Μαλαχία Προφητών το ακροθίνιον· όθεν Αγγέλους εαχηκώς, συλλαλούντας νοερώς, επλήσθης αΰλου δόξης, και των μελλόντων την γνώσιν, διατυποίς προς φωτισμόν ημών.
Προφητείες του Προφήτη Μαλαχία για τη Δευτέρα Παρουσία
Ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτός εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποιὰ πλυνόντων. καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ. καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλήμ, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν. καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.
…
Ἐβαρύνατε ἐπ᾿ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε· ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; εἴπατε· μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν τῷ Θεῷ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσε καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν Κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ. καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου καὶ ἀναμέσον τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος.
Διότι ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα. καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. μνήσθητι νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.