Με μια ματιά. Η μεγάλη σημασία των πατερικών κειμένων και της αρχαίας ελληνικής φιλοσοφίας στην κατανόηση της Πίστεως μας
Σε αυτό το κείμενό του ο Άγιος Αθανάσιος ο Μέγας, ακριβώς όπως πολλούς αιώνες αργότερα ο Άγιος Νεκτάριος στη μελέτη “Περί της Ελληνικής Φιλοσοφίας ως παιδαγωγού των Ελλήνων προς τον Χριστιανισμόν“, τονίζει τη μεγάλη σημασία των θείων γραφών για την κατανόηση του Θεού και της Πίστεώς μας. Αναφέρεται επίσης συγκεκριμένα στον βωμό προς τον Άγνωστο Θεό που υπήρχε στην Αρχαία Αθήνα και για τον οποίο μίλησε και ο Απόστολος Παύλος.
Υποστηρίζει ότι πρέπει να πειστούμε για τη γνώση αυτή μέσω της κατανόησης της ουσίας της δημιουργίας, όχι σύμφωνα με τη φύση αλλά σε σχέση με όλα τα άλλα πράγματα. Παρατηρεί την φύση της δημιουργίας, και συγκεκριμένα τα στοιχεία του νερού και της φωτιάς.
Η σοφία των αρχαίων Ελλήνων φιλοσόφων, συμπεριλαμβανομένων των επτά σοφών και του Ασκληπιού, τονίζεται στο κείμενο. Αυτοί οι φιλόσοφοι επέδειξαν μεγάλη ευσέβεια και μάλιστα μαρτυρούσαν για την οικονομία του Χριστού. Η έννοια της Αγίας Τριάδας και της οικονομίας του Χριστού συζητείται στο κείμενο, αναφέροντας ότι οι επτά σοφοί και άλλοι σοφοί μίλησαν για την οικονομία του Χριστού και την Αγία Τριάδα, τονίζοντας τη σημασία αυτών των εννοιών στη διδασκαλία τους.
Εν κατακλείδι, το κείμενο υπογραμμίζει τη σημασία των θείων γραφών για την κατανόηση της γνώσης του Θεού και της σοφίας των αρχαίων Ελλήνων φιλοσόφων σε σχέση με την οικονομία του Χριστού και την Αγία Τριάδα.
Περί του ναού και περί των διδασκαλείων και των θεάτρων εν Αθήναις. Αθανασίου του μεγάλου εξηγητικόν περί του εν Αθήναις ναού
Τοὺς τὰς θείας γραφὰς μὴ ἐπισταμένους ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως πεῖσαι ὀφείλομεν περὶ θεογνωσίας. ὁρῶμεν γάρ τι νας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλὰ ὑπὲρ φύσιν μετ’ ἀλ λήλων ὑπηρετούσας οιόν τι λέγω, φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστὴ καὶ κατωφερὴς ὑπάρχει· πῶς ουν ὁρῶμεν τοὺς λεγομένους σίφωνας 108 ἐκ τῆς θαλάσσης υδωρ πρὸς τὰς νεφελὰς ἀνάγοντας; τὸ δὲ θαυ μαστότερον οτι τὸ ἁλμυρὸν ἀνερχόμενον γλυκὺ ἐπὶ γῆς διὰ τῶν ομβρων κατέρχεται. πῶς δὲ πάλιν ἡ τῶν σωμάτων φύσις βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα ὁρᾶται ἀβόλιστος καὶ αδυτος ἐν τοῖς υδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δέ, ἀλλὰ γὰρ καὶ υδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα ἐν τῷ αμα ην ποτε ἐν Λυκίας τῷ ορει τῷ λεγομένῳ Ολύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασι –καὶ μέχρι τοῦ νῦν ἐκεῖνο βλέπουσι–. καὶ αλλα δὲ μυρία παράδοξά ἐστιν ἐν τῇ κτίσει θεωρούμενα καὶ θαυμαζόμενα ατινα οὐκ αν ουτως ὑπὲρ φύσιν γενέσθαι εμελλον, εἰ μὴ οὐσία τις Θεοῦ ην τούτων δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. ω Ελλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης πῶς απασα ἡ τῶν ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος οτι ὑπὸ δεσπότου ἐστὶ τοῦ τὰς βροντὰς ἐργαζομένου. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν Ελλήνων εἰς θεογνωσίαν φέροντα ὑποδείγματα. πρὸς δὲ τοὺς παρ’ αὐτοῖς σοφούς, ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτυρίας πολλὰς περὶ θεοσεβείας τινὲς Ελλήνων σοφοὶ εφρασαν, ἀλλὰ καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γὰρ πρὸ πολλῶν χρόνων τῆς Χριστοῦ ἐπιδημίας, σοφός τις ὀνόματι Απόλλων θεόθεν, ὡς οιμαι, ἐπικινηθεὶς εκτισε τὸν ἐν Αθήναις ναόν, γράψας ἐν βωμῷ αὐτοῦ· Αγνώστῳ Θεῷ.
ἐν αὐτῷ τοίνυν συνήχ θησαν οἱ πρῶτοι τῶν Ελλήνων φιλόσοφοι ινα περὶ τοῦ ναοῦ ἐρωτήσωσιν αὐτὸν καὶ περὶ προφητείας καὶ θεοσεβείας· ων τὰ ὀνόματα ἐροῦμεν 109 ταῦτα· πρῶτος Τίτων, δεύτερος Βίας, τρίτος Σόλων, τέταρτος Χείλων, πέμπτος Θουκυδίδης, εκτος Μένανδρος, εβδομος Πλάτων.
ουτοι οἱ ἑπτὰ φιλόσοφοι εφησαν τῷ Απόλλωνι· Προφήτευσον ἡμῖν, προφῆτα, ω Απολλον, τίς ἐστιν οδε ναὸς τίνος τε ειη μετὰ σὲ βωμὸς ουτος; – πρὸς ους ὁ Απόλλων εφη· Οσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὀρώρετε ποιεῖν, ποιεῖτε. ἐγὼ γὰρ ἐφετμεύω τρισένα ὑψιμέδοντα, ου λόγος αφθεγκτος ἐν ἀδέτῳ κόρῃ εγκυμος εσται· ωσπερ πυροφόρον τόξον απαντα κόσμον ζωγρήσας πατρὶ προσάξει δῶρον· Μαρία δὲ τὸ ονομα αὐτῆς. Εστι δὲ ἡ λύσις προφητείας αυτη *** περὶ μὲν ουν τοῦ ναοῦ ἐστιν ὁ πρῶτος λόγος· οσα, φησί, πρὸς κόσμον τοῦ ναοῦ καὶ κάλλος δυνατὸν ὑμῖν ποιῆσαι, τὰ ἀρέσκοντα τῷ θεῷ καὶ ἀνθρώποις ποιεῖτε. ἐγὼ γὰρ ὑπολαμβάνω ειναι ἐν τῷ οὐρανῷ τρισυπόστατον μέγαν υψιστον βασιλέα· τούτου αναρχος θεὸς καὶ λόγος ἐν ἀγάμῳ κόρῃ σαρκοῦται καὶ ωσπερ πυροφόρον τόξον–η ὡς δυναμώτερον–εἰς απαντα κόσμον φανήσεται, ἁλιεύων τοὺς ἀνθρώπους ωσπερ ἰχθύα ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας καὶ ἀγνωσίας, ουστινας προσάξει τῷ ἑαυτοῦ πατρὶ δῶρον· Μαρία δὲ τὸ ονομα αὐτῆς. καὶ τοῦτο μὲν προφητεύων ὁ Απόλλων ειπε.
Τίτων εφη· Ηξει ἡ νεᾶνις εχουσα ἡμῖν γόνον τὸν οὐράνιον, τοῦ θεοῦ καὶ πατρὸς παῖδα· ἡ ανανδρος κόρη κύει.
Βίας ειπεν· Ουτός ἐστιν ἀπὸ 110 οὐρανῶν βεβηκώς, φλογὸς ὑπερβάλλον ἀθάνατον πῦρ· ον τρέμει οὐρανὸς γῆ τε καὶ θάλασσα, τάρταροι καὶ βύθιοι δαίμονες· αὐτοπάτωρ, τρισ όλβιος.
Σόλων ειπεν· Οψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην ἐλάσειε θεὸς γαῖαν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτου θεότητος οροις ἀνιάτων παθῶν λύσει φθοράν. καὶ τούτῳ πικρὸς γε νήσεται φθόνος λαοῦ καὶ πρὸς υψος κρεμασθείς, ὡς θανάτου κατάδικος, πάντα πράως πείσεται.
Χείλων ειπεν· Ακάματος φύσις θεοῦ γενή σεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτοῦ οὐσιοῦται λόγος.
Θουκυδίδης ειπε· Θεὸν σέβου καὶ μάνθανε· μὴ ζήτει δὲ τίς ἐστι καὶ πῶς· ειτε γὰρ εσ τιν ειτε οὐκ εστιν, ὡς οντα τοῦτον σέβου καὶ μάνθανε· εὐσεβὴς γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν θεόν.
Μένανδρος ειπεν· Ο παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· τὸ εν τρία καὶ τὰ τρία εν· ασαρκον σαρκικόν· γῆ τέτοκε τὸν οὐράνιον βασιλέα.
Πλάτων ειπεν· Επειδὴ ὁ θεὸς ἀγαθός, οὐ πάντων ἐστὶν αιτιος, ὡς οἱ πολλοὶ λέγουσιν· πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν, οὐδενὸς αλλου, φαμὲν αιτιον ειναι· μόνον τῶν καλῶν, κακῶν δὲ οὐκέτι.
Αυ πάλιν εφησαν ουτοι οἱ ἑπτὰ καὶ ειπον· Ειεν περὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ περὶ τῆς ἁγίας τριάδος.
111 Αλλος δέ τις τῶν Ελλήνων σοφὸς μεθ’ ἑτέρων τινῶν, Ασκληπιὸς λεγόμενος, ῃτησεν τὸν Ερμῆν τῶν πάντων φιλοσόφων φιλοσοφώτερον δοῦναι αὐτοῖς λόγον περὶ θεοῦ φύσεως. ὁ δὲ Ερμῆς λαβὼν σιφέριον εγραψεν ουτως· Εἰ μὴ πρόνοιά τις τοῦ τῶν πάντων κυρί ου, οὐ μὴν τὸν λόγον τοῦτον ἀποκαλύψαι ἠβούλετο οὐδὲ ὑμᾶς τοι ούτοις εργοις κατεῖχεν ινα περὶ τούτων ἐρωτήσητε. οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα παρασχέσθαι μυστήρια, ἀλλὰ τῷ νοὶ ἀκούοντες ἀκούσατε· εν μόνον ην· φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ην αὐτῷ ενωσις ἐκ τοῦ νοῦ φωτὶ καὶ πνεύματι· τὰ πάντα ἐξ αὐτοῦ καὶ εἰς αὐτόν· γόνιμος ἐκ γονίμου κατελθὼν ἐπὶ γονίμῳ υδατι εγκυον τὸ υδωρ ἐποίησεν.
Οιδας πῶς οἱ τῶν Ελλήνων παῖδες προεφήτευσαν καὶ τὸν προά ναρχον Θεὸν καὶ τὸν συνάναρχον αὐτοῦ Υἱὸν καὶ Λόγον καὶ τὸ σύνθρονον αὐτοῦ καὶ ὁμοούσιον Πνεῦμα προεκήρυξαν καὶ τὰ τίμια τοῦ σταυροῦ πάθη προεκήρυξαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.